Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.168 Joseph. AJ 15.172 (English) >>Joseph. AJ 15.178

15.170οὐ μὴν ἐπήγαγεν ταῦτα τὸν Δοσίθεον Ὑρκανῷ πιστὸν εἰς τὴν ὑπηρεσίαν γενέσθαι, προτιμήσας δὲ τῶν ἐκείνου τὰς ἐκ τοῦ βασιλεύοντος ἐλπίδας ἐπιδίδωσιν Ἡρώδῃ τὴν ἐπιστολήν. 15.171 δὲ τῆς εὐνοίας ἀποδεξάμενος ἔτι καὶ τοῦτο προσυπουργῆσαι παρεκελεύετο, πτύξαντα τὴν ἐπιστολὴν καὶ κατασημηνάμενον ἀποδοῦναι τῷ Μάλχῳ καὶ τὰ παρʼ ἐκείνου γράμματα λαβεῖν· οὐ γὰρ μικρὸν τὸ διάφορον καὶ τὴν ἐκείνου γνώμην αὐτὸν εἰδέναι. 15.172ταῦτα δὲ τοῦ Δοσιθέου προθύμως ὑπουργήσαντος μὲν Ἄραψ ἀντεπέστελλεν αὐτόν τε Ὑρκανὸν δέχεσθαι καὶ τοὺς σὺν αὐτῷ πάντας καὶ Ἰουδαίων ὅσοι τὰ ἐκείνου φρονοῦσιν, δύναμίν τε πέμψειν τὴν μετʼ ἀσφαλείας αὐτοὺς κομιοῦσαν καὶ πρὸς μηδὲν ἐνδεήσειν ὧν ἠξίου. 15.173ὡς δὲ καὶ ταύτην Ἡρώδης ἐδέξατο τὴν ἐπιστολήν, εὐθύς τε μεταπέμπεται τὸν Ὑρκανὸν καὶ περὶ τῶν γενομένων αὐτῷ συνθηκῶν πρὸς τὸν Μάλχον ἀνέκρινεν. ἀρνησαμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ διεχειρίσατο τὸν ἄνδρα. 15.174

Ταῦτα δὲ γράφομεν ἡμεῖς, ὡς ἐν τοῖς ὑπομνήμασιν τοῖς τοῦ βασιλέως Ἡρώδου περιείχετο. τοῖς δʼ ἄλλοις οὐ κατὰ ταῦτα συμφωνεῖ· τὸν γὰρ Ἡρώδην οὐκ ἐπὶ τοιούτοις δοκοῦσιν, ἀλλʼ ἐξ ἐπιβουλῆς μᾶλλον Ὑρκανῷ τὴν αἰτίαν ἐπάγοντα κατὰ τὸν αὐτοῦ τρόπον ἀποκτεῖναι· 15.175γράφουσι γὰρ οὕτως, ἐν συμποσίῳ τινὶ μηδὲν ὑποψίας ἐνδιδόντα λόγον Ὑρκανῷ προσφέρειν, εἴ τινας ἐπιστολὰς παρὰ τοῦ Μάλχου λάβοι, καὶ τὸν μὲν ὁμολογῆσαι προσαγορευτικὰ γράμματα κομίσασθαι,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.168 Joseph. AJ 15.172 (English) >>Joseph. AJ 15.178

Powered by PhiloLogic